Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 10.182 Joseph. AJ 10.187 (English) >>Joseph. AJ 10.191

10.185τὸν δὲ σύμπαντα χρόνον, ὃς ἀπὸ τῆς τῶν Ἰσραηλιτῶν αἰχμαλωσίας ἐπὶ τὴν τῶν δύο φυλῶν ἀνάστασιν ἐληλύθει, ἑκατὸν ἔτη καὶ τριάκοντα καὶ μῆνας ἓξ καὶ δέκα ἡμέρας συνέβη γενέσθαι. 10.186

δὲ τῶν Βαβυλωνίων βασιλεὺς Ναβουχοδονόσορος τοὺς εὐγενεστάτους λαβὼν τῶν Ἰουδαίων παῖδας καὶ τοὺς Σαχχίου τοῦ βασιλέως αὐτῶν συγγενεῖς, οἳ καὶ ταῖς ἀκμαῖς τῶν σωμάτων καὶ ταῖς εὐμορφίαις τῶν ὄψεων ἦσαν περίβλεπτοι, παιδαγωγοῖς καὶ τῇ διʼ αὐτῶν θεραπείᾳ παραδίδωσι ποιήσας τινὰς αὐτῶν ἐκτομίας· 10.187τὸ δʼ αὐτὸ καὶ τοὺς ἄλλων ἐθνῶν ὅσα κατεστρέψατο ληφθέντας ἐν ὥρᾳ τῆς ἡλικίας διαθεὶς ἐχορήγει μὲν αὐτοῖς τὰ ἀπὸ τῆς τραπέζης αὐτοῦ εἰς δίαιταν, ἐπαίδευε δὲ καὶ τὰ ἐπιχώρια καὶ τὰ τῶν Χαλδαίων ἐξεδίδασκε γράμματα· ἦσαν δὲ οὗτοι σοφίαν ἱκανοὶ περὶ ἣν ἐκέλευε διατρίβειν. 10.188ἦσαν δʼ ἐν τούτοις τῶν ἐκ τοῦ Σαχχίου γένους τέσσαρες καλοί τε καὶ ἀγαθοὶ τὰς φύσεις, ὧν μὲν Δανίηλος ἐκαλεῖτο, δὲ Ἀνανίας, δὲ Μισάηλος, δὲ τέταρτος Ἀζαρίας. τούτους Βαβυλώνιος μετωνόμασε καὶ χρῆσθαι προσέταξεν ἑτέροις ὀνόμασι. 10.189καὶ τὸν μὲν Δανίηλον ἐκάλουν Βαλτάσαρον, τὸν δʼ Ἀνανίαν Σεδράχην, Μισάηλον δὲ Μισάχην, τὸν δʼ Ἀζαρίαν Ἀβδεναγώ. τούτους βασιλεὺς διʼ ὑπερβολὴν εὐφυΐας καὶ σπουδῆς τῆς περὶ τὴν παίδευσιν καὶ σοφίας ἐν προκοπῇ γενομένους εἶχεν ἐν τιμῇ καὶ στέργων διετέλει.



Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 10.182 Joseph. AJ 10.187 (English) >>Joseph. AJ 10.191

Powered by PhiloLogic